previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1 οὐ γάρ ἐστιν ὁμοίως δεινόν,2 εἴ τις ἔλαβεν, ἀλλ᾽ εἰ ὅθεν μὴ δεῖ, οὐδέ γ᾽ ὁμοίως ἀδικοῦσιν οἱ ἰδιῶται οἱ3 λαβόντες τὸ χρυσίον καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοί. διὰ τί; ὅτι τοῖς μὲν4 ἰδιώταις Ἅρπαλος ἔδωκεν φυλάττειν τὸ χρυσίον, οἱ δὲ στρατηγοὶ καὶ οἱ ῥήτορες πράξεων ἕνεκα εἰλήφασιν.5 οἱ δὲ νόμοι τοῖς μὲν ἀδικοῦσιν ἁπλᾶ, τοῖς δὲ δωροδοκοῦσιν δεκαπλᾶ τὰ ὀφλήματα προστάττουσιν6 ἀποδιδόναι: ὥσπερ οὖν τὸ τίμημα τιμῆσαι ἔστιν ἐκ τῶν νόμων τούτοις ... ς, οὕτω καὶ ... αι παρ᾽ ὑμῶν ... σι κατ᾽ αὐτῶν ... αι. ὅπερ γὰρ καὶ ἐν τῷ δήμῳ εἶπον, πολλὰ ὑμεῖς, ἄνδρες δικασταί, δίδοτε ἑκόντες τοῖς 7 στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας: ἓν μόνον παραφυλάττοντες, ὅπως δι᾽ ὑμᾶς καὶ μὴ καθ᾽ ὑμῶν ἔσται τὸ λαμβανόμενον. καὶ Δημοσθένη καὶ Δημάδην ἀπ᾽ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρ᾽ Ἀλεξάνδρον. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτ᾽ ἐκεῖνα, ἀλλ᾽ ἤδη ἐπ᾽ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολάζειν ἐστίν; ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν 8 τις ἀρχήν τινα ἄρχων9 δι᾽ ἄγνοιαν δι᾽ ἀπειρίαν10 ἁμάρτῃ τι, οὗτος11 ὑπὸ τούτων καταρρητορευθεὶς12 ἐν τῷ δικαστηρίῳ ἀποθανεῖται ἐκ τῆς πατρίδος ἐκπεσεῖται: αὐτοὶ δὲ τηλικαῦτα ἀδικήσαντες τὴν πόλιν οὐδεμιᾶς τιμωρίας τεύξονται; καὶ Κόνων13 μὲν Παιανιεύς, ὅτι14 ὑπὲρ τοῦ ὑοῦ ἔλαβεν τὸ θεωρικὸν ἀποδημοῦντος, πέντε δραχμῶν ἕνεκεν ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων: καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη 15

1 Column 24

2 Col. 24 plerumque restituit Sauppe.

3 οἱBlass.

4 καὶusque adμὲνBoeckh.

5 εἰλήφασινBabington.

6 ἁπλᾶusque adπροστάττουσινBlass.

7 Column 25

8 Column 26

9 ἄρχωνBoeckh.

10 δι᾽ ἀπειρίανBabington.

11 οὗτοςSauppe.

12 καταρρητορευθεὶςSauppe.

13 ΚόνωνBoeckh.

14 ὅτιBabington.

15 Desunt col. 27 fere tota et col. 28 versus septem.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1962)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: