Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[ηψποτηεσις]
ἀδελφιδοῖ Κλεωνύμου τελευτήσαντος ἐπὶ τὸν κλῆρον ἔρχονται κατὰ γένος, τὰς διαθήκας, ἃς παρέχονται εἰς αὑτοὺς1 οἱ περὶ Φερένικον καὶ Σίμωνα καὶ Ποσείδιππον, γράψαι, ὡς ἀληθὲς ἦν, καὶ θεῖναι παρὰ τοῖς ἄρχουσιν ὁμολογοῦντες Κλεώνυμον κατὰ τὴν πρὸς Δεινίαν τὸν ἐπίτροπον αὐτῶν ὀργήν, ὕστερον δὲ ἐπιχειρήσαντα λῦσαι καὶ μεταπεμψάμενον τὸν ἀστυνόμον ἐξαίφνης <ἀποθανεῖν>2 : καὶ Πολύαρχον δὲ τὸν πάππον αὐτῶν, Κλεωνύμου δὲ πατέρα, προστάξαι, εἴ τι πάσχοι Κλεώνυμος, δοῦναι αὐτοῖς τὰ ὑπάρχοντα. ἡ στάσις ὅρος διπλοῦς κατὰ ἀμφισβήτησιν: οἱ μὲν γὰρ ἄλλοι ταῖς γενομέναις ἐξ ἀρχῆς διαθήκαις διισχυρίζονται, οἱ δέ, λέγοντες. [φησὶν] ὅτι μετεκαλέσατο3 τὸν ἄρχοντα, ἵνα λύσῃ αὐτάς, τοῖς4 τελευταῖον παρὰ τοῦ Κλεωνύμου γενομένοις.