Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἀλλὰ μὴν οὐδ᾽ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτω τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδ᾽ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτ᾽ ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ: οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν <ἐμὴν>1 φωνὴν ἀνάσχοιτ᾽ ἂν ἀκούων, <εἰ>2 νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων.