Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
ὡς δὲ ἔχει, ἐγὼ ἐπιδείξω. ἐπειδὴ γὰρ ἔδει τῷ ὀρφανῷ τὰ χρήματα ἀποδιδόναι,1 ὁ δ᾽ οὐκ εἶχεν ὁπόθεν ἀποδῷ, τόκοι δὲ πολλοῦ χρόνου συνερρυηκότες ἦσαν αὐτῷ τὸ χωρίον ἐπώλεί καὶ οὗτος καιροῦ λαβόμενος καὶ βουλόμενος αὐτῷ ἐπηρεάζειν, ὅτι ἐμὲ ἐποιήσατο, διεκώλυε τὸ χωρίον πραθῆναι, ἵνα κατοκώχιμον2 γένηται καὶ ἀναγκασθῇ τῷ ὀρφανῷ ἀποστῆναι. ἠμφισβήτει οὖν αὐτῷ μέρους τινὸς τοῦ χωρίου, πρότερον οὐδὲ πώποτε ἀμφισβητήσας, καὶ ἀπηγόρευε τοῖς ὠνουμένοις μὴ ὠνεῖσθαι.
1 ἀποδιδόναιBekker: δίδοσθαι.
2 κατοκώχιμονDobree: κατόχιμον.