Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
καὶ ἐκεῖνον ἐπέδειξα τρία καὶ εἴκοσιν ἐπιβιόντα1 ἔτη. εἶτα τοὺς νόμους ἐπέδειξα ὑμῖν τοῖς ἄπαισι τῶν ἀνθρώπων2 ἐξουσίαν διδόντας ὑεῖς ποιεῖσθαι. καὶ ἔτι πρὸς τούτοις ζῶντα τε φαίνομαι θεραπεύων αὐτὸν καὶ τελευτήσαντα θάψας.