Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ὁ μὲν τοίνυν Ἔνδιος ὡς ἐξ ἑταίρας οὖσαν ἠγγύησεν, ἥν φησιν ἀδελφιδῆν Νικόδημος εἶναι αὑτῷ: οὗτος δὲ οὔτε τῷ Ἐνδίῳ τοῦ Πύρρου κλήρου ἀμφισβητῆσαι ἠξίωσεν, οὔτ᾽ ἐγγυήσαντα τὴν ἀδελφιδῆν <ὡς>1 οὖσαν ἐξ ἑταίρας εἰσαγγεῖλαι πρὸς τὸν ἄρχοντα [ἠξίωσεν], οὔτ᾽ ἐπὶ τῇ δοθείσῃ προικὶ αὐτῇ ἠγανάκτησεν οὐδέν, ἀλλὰ πάντα ταῦτα εἴασε γενέσθαι. οἱ δὲ νόμοι περὶ ἁπάντων διορίζουσι τούτων.