This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[ηψποτηεσις]
εὐκτήμονος υἱὸς Φιλοκτήμων τὸν τῆς ἑτέρας τῶν ἀδελφῶν καὶ Φανοστράτου υἱὸν Χαιρέστρατον ποιησάμενος κατὰ διαθήκας τεθείσας παρὰ Χαιρέᾳ τῷ τῆς ἑτέρας ἀδελφῆς ἀνδρί, ἐτελεύτησε ζῶντος ἔτι τοῦ πατρός ὕστερον δὲ κἀκείνου ἀποθανόντος ἔλαχεν ὁ Χαιρέστρατος τοῦ κλήρου κατὰ τὸν νόμον. διαμαρτυρήσαντος δὲ Ἀνδροκλέους μὴ εἶναι ἐπίδικον ὄντος Ἀντιδώρου γνησίου παιδὸς Εὐκτήμονι, οἱ περὶ Χαιρέστρατον ἐπεσκήψαντο τῇ διαμαρτυρίᾳ, καὶ τοῦτον καὶ τὴν ἀδελφὴν αὐτοῦ νόθους γεγονέναι φάσκοντες, τὸν δὲ νόμον διαγορεύειν νόθῳ καὶ νόθῃ μὴ εἶναι ἀγχιστείαν. ἡ στάσις στοχασμός: ἄδηλον γὰρ εἰ ἐποίησε Φιλοκτήμων Χαιρέστρατον υἱὸν ἑαυτῷ, καὶ πάλιν ἄδηλον εἰ γνήσιοί εἰσιν οἱ περὶ Ἀντίδωρον.