This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἐπειδὴ δὲ οὔθ᾽ ὁ ὑὸς1 αὐτῷ Φιλοκτήμων συνεχώρει οὔθ᾽ οἱ φράτορες εἰσεδέξαντο, ἀλλ᾽ ἀπηνέχθη τὸ κούρειον,2 ὀργιζόμενος ὁ Εὐκτήμων τῷ ὑεῖ καὶ ἐπηρεάζειν βουλόμενος ἐγγυᾶται γυναῖκα Δημοκράτους τοῦ Ἀφιδναίου3 ἀδελφήν, ὡς ἐκ ταύτης παῖδας ἀποφανῶν καὶ εἰσποιήσων εἰς τὸν οἶκον, εἰ μὴ συγχωροίη τοῦτον ἐᾶν εἰσαχθῆναι.

