Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
τούτοις Διοκλῆς μετὰ τῆς ἀδελφῆς πάλαι ἐπεβούλευεν, ἐπειδὴ τάχιστα οἱ παῖδες οἱ Κίρωνος ἐτελεύτησαν. ἐκείνην μὲν γὰρ οὐκ ἐξεδίδου δυναμένην ἔτι τεκεῖν παῖδας ἐξ ἑτέρου ἀνδρός, ἵνα μὴ χωρισθείσης περὶ τῶν αὑτοῦ βουλεύσαιτο καθάπερ προσῆκεν, ἔπειθε δὲ μένειν φάσκουσαν ἐξ αὐτοῦ κυεῖν οἴεσθαι, προσποιουμένην δὲ διαφθείρειν ἄκουσαν, ἵν᾽ ἐλπίζων ἀεὶ γενήσεσθαι παῖδας αὑτῷ μηδέτερον ἡμῶν εἰσποιήσαιτο ὑόν: καὶ τὸν πατέρα διέβαλλεν ἀεί, φάσκων αὐτὸν ἐπιβουλεύειν τοῖς ἐκείνου.