Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[113]
οὐ μὴν ἀλλ᾽ ἐπειδή περ αὐτοὺς οἴομαι τὸν λόγον τὸν περὶ τῶν πολιτειῶν εἰς τὸ μέσον ἐμβαλεῖν, οὐκ ὀκνήσω διαλεχθῆναι περὶ αὐτῶν: οἶμαι γὰρ ἐν αὐτοῖς τούτοις τὴν πόλιν ἡμῶν ἐπιδείξειν πλέον διενεγκοῦσαν ἢ τοῖς ἤδη προειρημένοις.