Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[121]
οἳ τοσοῦτον βελτίους ἐγένοντο τῶν τοιαύτας δυναστείας ἐχόντων, ὅσον περ ἄνδρες οἱ φρονιμώτατοι καὶ πραότατοι διενέγκοιεν ἂν θηρίων τῶν ἀγριωτάτων καὶ πλείστης ὠμότητος μεστῶν.τί γὰρ οὐκ ἂν εὕροιμεν τῶν ὑπερβαλλόντων ἀνοσιότητι καὶ δεινότητι πεπραγμένον ἐν ταῖς ἄλλαις πόλεσι, καὶ μάλιστ᾽ ἐν ταῖς μεγίσταις καὶ τότε νομιζομέναις καὶ νῦν εἶναι δοκούσαις; οὐ φόνους ἀδελφῶν καὶ πατέρων καὶ ξένων παμπληθεῖς γεγενημένους;