Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ἀλλὰ μὴν οὐδ᾽ ἐκεῖνο ποιεῖν οὐδεὶς ἄν μοι συμβουλεύσειεν, ἀμελήσαντι τούτων καὶ μεταξὺ καταβαλόντι περαίνειν τὸν λόγον, ὃν προῄρημαι βουλόμενος ἐπιδεῖξαι τὴν πόλιν ἡμῶν πλειόνων ἀγαθῶν αἰτίαν γεγενημένην τοῖς Ἕλλησιν ἢ τὴν Λακεδαιμονίων: εἰ γὰρ τοῦτ᾽ ἤδη ποιοίην μήτε τέλος ἐπιθεὶς τοῖς γεγραμμένοις μήτε συγκλείσας τὴν ἀρχὴν τῶν ῥηθήσεσθαι μελλόντων τῇ τελευτῇ τῶν ἤδη προειρημένων, ὅμοιος ἂν εἶναι δόξαιμι τοῖς εἰκῇ καὶ φορτικῶς καὶ χύδην ὅ τι ἂν ἐπέλθῃ λέγουσιν: ἃ φυλακτέον ἡμῖν ἐστιν.