Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[56]
μάλιστα μὲν οὖν ἐντεῦθεν ἄν τις δυνηθείη κατιδεῖν ὅσῳ μετριώτερον καὶ πραότερον ἡμεῖς τῶν πραγμάτων ἐπεμελήθημεν, δεύτερον δ᾽ ἐκ τοῦ ῥηθήσεσθαι μέλλοντος: Σπαρτιᾶται μὲν γὰρ ἔτη δέκα μόλις ἐπεστάτησαν αὐτῶν, ἡμεῖς δὲ πέντε καὶ ἑξήκοντα συνεχῶς κατέσχομεν τὴν ἀρχήν. καίτοι πάντες ἴσασι τὰς πόλεις τὰς ὑφ᾽ ἑτέροις γιγνομένας, ὅτι πλεῖστον χρόνον τούτοις παραμένουσιν ὑφ᾽ ὧν ἂν ἐλάχιστα κακὰ πάσχουσαι τυγχάνωσιν.