Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[86]
ᾤμην δὲ καὶ παρὰ τοῖς χαριεστάτοις τῶν ἀκροατῶν εὐδοκιμήσειν, ἢν φαίνωμαι περὶ ἀρετῆς μὲν τοὺς λόγους ποιούμενος, ὅπως δὲ ταύτης ἀξίως ἐρῶ μᾶλλον σπουδάζων ἢ περὶ τὴν τοῦ λόγου συμμετρίαν, καὶ ταῦτα σαφῶς εἰδὼς τὴν μὲν περὶ τὸν λόγον ἀκαιρίαν ἀδοξότερον ἐμὲ ποιήσουσαν, τὴν δὲ περὶ τὰς πράξεις εὐβουλίαν αὐτοὺς τοὺς ἐπαινουμένους ὠφελήσουσαν: ἀλλ᾽ ὅμως ἐγὼ τὸ λυσιτελὲς ἐάσας τὸ δίκαιον εἱλόμην.