Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἡγοῦμαι δ᾽ αὐτὸν παρ᾽ ὑμῶν δικαίως ἂν πλείστης συγγνώμης τυγχάνειν: ὑπὸ γὰρ τῶν τριάκοντ᾽ ἐκπεσόντες ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς ἐχρήσασθε. ἐξ ὧν ἐνθυμεῖσθαι χρή, πῶς ἕκαστος ὑμῶν διέκειτο καὶ τίνα γνώμην εἶχε καὶ ποῖον κίνδυνον οὐκ ἂν ὑπέμεινεν ὥστε παύσασθαι μὲν μετοικῶν, κατελθεῖν δ᾽ εἰς τὴν πατρίδα, τιμωρήσασθαι δὲ τοὺς ἐκβαλόντας.

