Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ἀλλ᾽ ἐπ᾽ ἐκείνου τοῦ χρόνου σκοπεῖν οἷος ἦν πρὶν φυγεῖν περὶ τὸ πλῆθος, καὶ ὅτι διακοσίους ὁπλίτας ἔχων τὰς μεγίστας πόλεις τῶν ἐν Πελοποννήσῳ Λακεδαιμονίων μὲν ἀπέστησεν, ὑμῖν δὲ συμμάχους ἐποίησε, καὶ εἰς οἵους κινδύνους αὐτοὺς κατέστησε, καὶ ὡς περὶ Σικελίαν ἐστρατήγησεν. τούτων μὲν γὰρ ἐκείνῳ προσήκει χάριν ὑμᾶς ἔχειν: τῶν δ᾽ ἐν τῇ συμφορᾷ γενομένων τοὺς ἐκβαλόντας αὐτὸν δικαίως ἂν αἰτίους νομίζοιτε.