Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
ἐκείνου τοίνυν εὖ μὲν πραττούσης τῆς πόλεως τίς εὐδαιμονέστερος ἢ θαυμαστότερος ἢ ζηλωτότερος ἦν τῶν πολιτῶν, δυστυχησάσης δὲ τίς ἐλπίδων μειζόνων ἢ χρημάτων πλειόνων ἢ δόξης καλλίονος ἐστερήθη; οὐ τὸ τελευταῖον ἐπειδὴ κατέστησαν οἱ τριάκονθ᾽ οἱ μὲν ἄλλοι τὴν πόλιν ἔφυγον, ἐκεῖνος δὲ ἐξ ἁπάσης τῆς Ἑλλάδος ἐξέπεσεν; οὐ Λακεδαιμόνιοι καὶ Λύσανδρος ὁμοίως ἔργον ἐποιήσαντ᾽ ἐκεῖνον ἀποκτεῖναι καὶ τὴν ὑμετέραν καταλῦσαι δύναμιν, οὐδεμίαν ἡγούμενοι πίστιν ἕξειν παρὰ τῆς πόλεως, εἰ τὰ τείχη καταβάλοιεν, εἰ μὴ καὶ τὸν ἀναστῆσαι δυνάμενον ἀπολέσαιεν;