Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
οὐ γὰρ δήπου παρ᾽ ἐμοῦ μὲν ὑπὲρ ὧν ὁ πατὴρ ἔπραξε δίκην λήψονται, σοὶ δὲ καὶ ὧν αὐτὸς ἡμάρτηκας συγγνώμην ἕξουσιν. ἀλλὰ μὴν οὐδ᾽ ὁμοίας ἐκείνῳ φανήσει τὰς προφάσεις ἔχων: οὐ γὰρ ἐκπεσὼν ἐκ τῆς πατρίδος ἀλλὰ συμπολιτευόμενος, οὐδ᾽ ἀναγκασθεὶς ἀλλ᾽ ἑκών, οὐδ᾽ ἀμυνόμενος ἀλλ᾽ ὑπάρχων ἠδίκεις αὐτούς, ὥστ᾽ οὐδ᾽ ἀπολογίας σοι προσήκει τυχεῖν παρ᾽ αὐτῶν.