Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
πάντες γὰρ ἐπίστασθ᾽ ὅτι κατειπὼν μὲν ἤμελλε τὸν ἐπίλοιπον χρόνον ὑπὸ τούτου κάκιστ᾽ ἀνθρώπων ἀπολεῖσθαι, διακαρτερήσας δὲ καὶ ἐλεύθερος ἔσεσθαι καὶ μεθέξειν ὧν οὗτός μ᾽ ἀπεστέρησεν. ἀλλ᾽ ὅμως τοσούτῳ μέλλων πλέον ἕξειν, συνειδὼς αὑτῷ τὰ πεπραγμένα, ὑπέμεινε καὶ δίκας φεύγειν καὶ τὰς ἄλλας αἰτίας ἔχειν, ὥστε μηδεμίαν βάσανον περὶ τοῦ πράγματος τούτου γενέσθαι.