Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
τηνικαῦτα τοὺς ὅρκους παραβήσεσθε: καὶ τοῖς μὲν εἰρηκόσιν ὡς χρὴ τὰς συνθήκας ἐξαλείφειν ὠργίζεσθε, τουτονὶ δ᾽, ὃς γεγραμμένας αὐτὰς τολμᾷ παραβαίνειν, ἀζήμιον ἀφήσετε. ἀλλ᾽ οὔτ᾽ ἂν δίκαια οὔτ᾽ ἄξι᾽ ὑμῶν αὐτῶν οὔτ᾽ ἂν πρέποντα τοῖς πρότερον ἐγνωσμένοις ποιήσαιτε.