Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
τῷ δ᾽ οὐκ ἂν ὑμῶν μεταμελήσειεν, εἰ καὶ μὴ παραχρῆμα ἀλλ᾽ ὀλίγον ὕστερον, εἰ τὸν μὲν συκοφάντην ἴδοιτε πλούσιον γεγενημένον, ἐμὲ δ᾽ ἐξ ὧν ὑπέλιπον λῃτουργῶν, καὶ τούτων ἐκπεπτωκότα; καὶ τὸν μὲν μηδὲ πώποτε ὑπὲρ ὑμῶν κινδυνεύσαντα μεῖζον καὶ τῶν νόμων καὶ τῶν συνθηκῶν δυνάμενον,