Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
ἐγὼ δὲ καὶ Θρασύλοχος τοσαύτην φιλίαν παρὰ τῶν πατέρων παραλαβόντες ὅσην ὀλίγῳ πρότερον διηγησάμην, ἔτι μείζω τῆς ὑπαρχούσης αὐτὴν ἐποιήσαμεν. ἕως μὲν γὰρ παῖδες ἦμεν, περὶ πλείονος ἡμᾶς αὐτοὺς ἡγούμεθα ἢ τοὺς ἀδελφούς, καὶ οὔτε θυσίαν οὔτε θεωρίαν οὔτ᾽ ἄλλην ἑορτὴν οὐδεμίαν χωρὶς ἀλλήλων ἤγομεν: ἐπειδὴ δ᾽ ἄνδρες ἐγενόμεθα, οὐδὲν πώποτ᾽ ἐναντίον ἡμῖν αὐτοῖς ἐπράξαμεν, ἀλλὰ καὶ τῶν ἰδίων ἐκοινωνοῦμεν καὶ πρὸς τὰ τῆς πόλεως ὁμοίως διεκείμεθα καὶ φίλοις καὶ ξένοις τοῖς αὐτοῖς ἐχρώμεθα.