Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
ὥστ᾽ ἂν μὲν ἐμοὶ ψηφίσησθε τὸν κλῆρον, καὶ πρὸς ἐκεῖνον ὑμῖν καλῶς ἕξει καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οἷς προσήκει τι τούτων τῶν πραγμάτων: ἂν δ᾽ ὑπὸ ταύτης πεισθέντες ἐξαπατηθῆτε, οὐ μόνον ἔμ᾽ ἀδικήσετε ἀλλὰ καὶ Θρασύλοχον τὸν τὴν διαθήκην καταλιπόντα καὶ Σώπολιν καὶ τὴν ἀδελφὴν τὴν ἐκείνων, ἣ νῦν ἐμοὶ συνοικεῖ, καὶ τὴν μητέρ᾽ αὐτῶν, ἣ πασῶν ἂν εἴη δυστυχεστάτη γυναικῶν, εἰ μὴ μόνον ἐξαρκέσειεν αὐτῇ στέρεσθαι τῶν παίδων, ἀλλὰ καὶ τοῦτ᾽ αὐτῇ προσγένοιτο, ὥστ᾽ ἐπιδεῖν ἄκυρον μὲν τὴν ἐκείνων γνώμην οὖσαν, ἔρημον δὲ τὸν οἶκον γιγνόμενον,