Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἐπειδὴ δ᾽ οὐσίαν τε πολλὴν ἐκτήσατο καὶ τὴν πατρίδ᾽ ἐπόθεσεν, ἐκείνης μὲν καὶ τῶν ἄλλων ἀπηλλάγη, καταπλεύσας δ᾽ εἰς Σίφνον ἔγημεν ἀδελφὴν τοῦ πατρὸς τοὐμοῦ, πλούτῳ μὲν αὐτὸς πρῶτος ὢν τῶν πολιτῶν, γένει δὲ καὶ τοῖς ἄλλοις ἀξιώμασιν εἰδὼς τὴν ἡμετέραν οἰκίαν προέχουσαν.