Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἡγησάμην δ᾽ ἂν γενέσθαι ταύτην καλλίστην δωρεὰν καὶ χρησιμωτάτην καὶ μάλιστα πρέπουσαν ἐμοί τε δοῦναι καὶ σοὶ λαβεῖν, εἰ δυνηθείην ὁρίσαι ποίων ἐπιτηδευμάτων ὀρεγόμενος καὶ τίνων1 ἀπεχόμενος ἄριστ᾽ ἂν καὶ τὴν πόλιν καὶ τὴν βασιλείαν διοικοίης.τοὺς μὲν γὰρ ἰδιώτας ἐστὶ πολλὰ τὰ παιδεύοντα, μάλιστα μὲν τὸ μὴ τρυφᾶν ἀλλ᾽ ἀναγκάζεσθαι περὶ τοῦ βίου καθ᾽ ἑκάστην τὴν ἡμέραν βουλεύεσθαι,