Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
καὶ τί δεῖ καθ᾽ ἓν ἕκαστον λέγοντα διατρίβειν, ἄλλως τε καὶ συντόμως ἔχοντα δηλῶσαι περὶ ἐμαυτοῦ; φανήσομαι γὰρ οὐδένα μὲν πώποτ᾽ ἀδικήσας, πλείους δὲ καὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων εὖ πεποιηκὼς καὶ μείζους δωρεὰς ἑκατέροις δεδωκὼς ἢ σύμπαντες οἱ πρὸ ἐμοῦ βασιλεύσαντες. καίτοι χρὴ τοὺς μέγα φρονοῦντας ἐπὶ δικαιοσύνῃ καὶ προσποιουμένους χρημάτων εἶναι κρείττους τοιαύτας ὑπερβολὰς ἔχειν εἰπεῖν περὶ αὑτῶν.