Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
οὗτος γὰρ περὶ τῶν δικαίων καὶ τῶν ἀδίκων καὶ τῶν αἰσχρῶν καὶ τῶν καλῶν ἐνομοθέτησεν: ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τ᾽ ἦμεν οἰκεῖν μετ᾽ ἀλλήλων. τούτῳ καὶ τοὺς κακοὺς ἐξελέγχομεν καὶ τοὺς ἀγαθοὺς ἐγκωμιάζομεν. διὰ τούτου τούς τ᾽ ἀνοήτους παιδεύομεν καὶ τοὺς φρονίμους δοκιμάζομεν: τὸ γὰρ λέγειν ὡς δεῖ τοῦ φρονεῖν εὖ μέγιστον σημεῖον ποιούμεθα, καὶ λόγος ἀληθὴς καὶ νόμιμος καὶ δίκαιος ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστιν.