Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[137]
οὕτω δ᾽ ἄριστα βουλεύσει περὶ τούτων, ἢν ὑπολάβῃς μὴ μόνον τὸν λόγον τοῦτόν σε παρακαλεῖν, ἀλλὰ καὶ τοὺς προγόνους καὶ τὴν τῶν βαρβάρων ἀνανδρίαν καὶ τοὺς ὀνομαστοτάτους γενομένους καὶ δόξαντας ἡμιθέους εἶναι διὰ τὴν στρατείαν τὴν ἐπ᾽ ἐκείνους, μάλιστα δὲ πάντων τὸν καιρόν, ἐν ᾧ σὺ μὲν τυγχάνεις τοσαύτην δύναμιν κεκτημένος ὅσην οὐδεὶς τῶν τὴν Εὐρώπην κατοικησάντων, πρὸς ὃν δὲ πολεμήσεις, οὕτω σφόδρα μεμισημένος καὶ καταπεφρονημένος ὑφ᾽ ἁπάντων ὡς οὐδεὶς πώποτε τῶν βασιλευσάντων.