Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[99]
οὐκ ἐξήρκεσε δ᾽ αὐτοῖς ταῦτ᾽ ἐξαμαρτεῖν, ἀλλὰ περὶ τοὺς αὐτοὺς χρόνους ἐπόρθουν μὲν τὴν ἤπειρον, ὕβριζον δὲ τὰς νήσους, ἀνῄρουν δὲ τὰς ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ πολιτείας καὶ τυράννους καθίστασαν, ἐλυμαίνοντο δὲ τὴν Πελοπόννησον καὶ μεστὴν στάσεων καὶ πολέμων ἐποίησαν. ἐπὶ ποίαν γὰρ τῶν πόλεων οὐκ ἐστράτευσαν; ἢ περὶ τίνας αὐτῶν οὐκ ἐξήμαρτον;