Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
οὐ τοίνυν ἐν τούτοις ὑπερβαλόμενος ἐν τοῖς ἄλλοις εὑρεθήσεται καταδεέστερος γενόμενος, ἀλλὰ πρῶτον μὲν εὐφυέστατος ὢν τὴν γνώμην καὶ πλεῖστα κατορθοῦν δυνάμενος ὅμως οὐκ ᾠήθη δεῖν ὀλιγωρεῖν οὐδ᾽ αὐτοσχεδιάζειν περὶ τῶν πραγμάτων, ἀλλ᾽ ἐν τῷ ζητεῖν καὶ φροντίζειν καὶ βουλεύεσθαι τὸν πλεῖστον τοῦ χρόνου διέτριβεν, ἡγούμενος μέν, εἰ καλῶς τὴν αὑτοῦ φρόνησιν παρασκευάσειεν, καλῶς1 αὑτῷ καὶ τὴν βασιλείαν ἕξειν, θαυμάζων δ᾽ ὅσοι τῶν μὲν ἄλλων ἕνεκα τῆς ψυχῆς ποιοῦνται τὴν ἐπιμέλειαν, αὐτῆς δὲ ταύτης μηδὲν τυγχάνουσι φροντίζοντες.