previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[34]

Καὶ δὴ καὶ φυσιολογεῖν Μωυσῆς μετὰ τὴν ἑβδόμην ἤρξατο περὶ τῆς τἀνθρώπου κατασκευῆς λέγων οὕτως: ἔπλασεν θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ πνεῦμα ἐνῆκεν αὐτῷ καὶ ψυχήν. δ᾽ ἄνθρωπος οὗτος Ἄδαμος ἐκλήθη: σημαίνει δὲ τοῦτο κατὰ γλῶτταν τὴν Ἑβραίων πυρρόν, ἐπειδήπερ ἀπὸ τῆς πυρρᾶς γῆς φυραθείσης ἐγεγόνει: τοιαύτη γάρ ἐστιν παρθένος γῆ καὶ ἀληθινή. [35] παρίστησι δὲ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις ὀνόματα τίθησιν, οἷς ἔτι καὶ νῦν καλοῦνται. βλέπων δὲ τὸν Ἄδαμον οὐκ ἔχοντα κοινωνίαν πρὸς τὸ θῆλυ καὶ συνδιαίτησιν, οὐδὲ γὰρ ἦν, ξενιζόμενον δ᾽ ἐπὶ τοῖς ἄλλοις ζῴοις οὕτως ἔχουσι, μίαν αὐτοῦ κοιμωμένου πλευρὰν ἐξελὼν ἐξ αὐτῆς ἔπλασε γυναῖκα. [36] καὶ Ἄδαμος προσαχθεῖσαν αὐτὴν ἐγνώρισεν ἐξ αὑτοῦ γενομένην. ἔσσα δὲ καθ᾽ Ἑβραίων διάλεκτον καλεῖται γυνή, τὸ δ᾽ ἐκείνης ὄνομα τῆς γυναικὸς Εὔα ἦν: σημαίνει δὲ τοῦτο πάντων μητέρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: