previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[40]

δὴ τοίνυν θεὸς τὸν Ἄδαμον καὶ τὴν γυναῖκα τῶν μὲν ἄλλων φυτῶν ἐκέλευε γεύεσθαι, τοῦ δὲ τῆς φρονήσεως ἀπέχεσθαι, προειπὼν ἁψαμένοις ἀπ᾽ αὐτοῦ ὄλεθρον γενησόμενον. [41] ὁμοφωνούντων δὲ κατ᾽ ἐκεῖνο καιροῦ τῶν ζῴων ἁπάντων ὄφις συνδιαιτώμενος τῷ τε Ἀδάμῳ καὶ τῇ γυναικὶ φθονερῶς μὲν εἶχεν ἐφ᾽ οἷς αὐτοὺς εὐδαιμονήσειν ᾤετο πεπεισμένους τοῖς τοῦ θεοῦ παραγγέλμασιν, [42] οἰόμενος δὲ συμφορᾷ περιπεσεῖσθαι παρακούσαντας ἀναπείθει κακοήθως τὴν γυναῖκα γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐν αὐτῷ λέγων εἶναι τήν τε τἀγαθοῦ καὶ τοῦ κακοῦ διάγνωσιν, ἧς γενομένης αὐτοῖς μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου διάξειν βίον. [43] καὶ παρακρούεται μὲν οὕτω τὴν γυναῖκα τῆς ἐντολῆς τοῦ θεοῦ καταφρονῆσαι: γευσαμένη δὲ τοῦ φυτοῦ καὶ ἡσθεῖσα τῷ ἐδέσματι καὶ τὸν Ἄδαμον ἀνέπεισεν αὐτῷ χρήσασθαι. [44] καὶ συνίεσάν τε αὑτῶν ἤδη γεγυμνωμένων καὶ τὴν αἰσχύνην ὕπαιθρον ἔχοντες σκέπην αὑτοῖς ἐπενόουν: τὸ γὰρ φυτὸν ὀξύτητος καὶ διανοίας ὑπῆρχε. φύλλοις οὖν ἑαυτοὺς συκῆς ἐσκέπασαν καὶ ταῦτα πρὸ τῆς αἰδοῦς προβαλόμενοι μᾶλλον ἐδόκουν εὐδαιμονεῖν ὡς ὧν πρότερον ἐσπάνιζον εὑρόντες. [45] τοῦ θεοῦ δ᾽ εἰς τὸν κῆπον ἐλθόντος μὲν Ἄδαμος πρότερον εἰς ὁμιλίαν αὐτῷ φοιτῶν συνειδὼς αὑτῷ τὴν ἀδικίαν ὑπεχώρει, τὸν δὲ θεὸν ἐξένιζε τὸ πραττόμενον καὶ τὴν αἰτίαν ἐπυνθάνετο, δι᾽ ἣν πρότερον ἡδόμενος τῇ πρὸς αὐτὸν ὁμιλίᾳ νῦν φεύγει ταύτην καὶ περιίσταται. [46] τοῦ δὲ μηδὲν φθεγγομένου διὰ τὸ συγγινώσκειν ἑαυτῷ παραβάντι τὴν τοῦ θεοῦ πρόσταξινἀλλ᾽ ἐμοὶ μέν, εἶπεν θεός, ἔγνωστο περὶ ὑμῶν, ὅπως βίον εὐδαίμονα καὶ κακοῦ παντὸς ἀπαθῆ βιώσετε μηδεμιᾷ ξαινόμενοι τὴν ψυχὴν φροντίδι, πάντων δ᾽ ὑμῖν αὐτομάτων ὅσα πρὸς ἀπόλαυσιν καὶ ἡδονὴν συντελεῖ κατὰ τὴν ἐμὴν ἀνιόντων πρόνοιαν χωρὶς ὑμετέρου πόνου καὶ ταλαιπωρίας, ὧν παρόντων γῆράς τε θᾶττον οὐκ ἂν ἐπέλθοι καὶ τὸ ζῆν ὑμῖν μακρὸν γένοιτο. [47] νῦν δ᾽ εἰς ταύτην μου τὴν γνώμην ἐνύβρισας παρακούσας τῶν ἐμῶν ἐντολῶν: οὐ γὰρ ἐπ᾽ ἀρετῇ τὴν σιωπὴν ἄγεις, ἀλλ᾽ ἐπὶ συνειδότι πονηρῷ.’ [48] Ἄδαμος δὲ παρῃτεῖτο τῆς ἁμαρτίας αὑτὸν καὶ παρεκάλει τὸν θεὸν μὴ χαλεπαίνειν αὐτῷ τὴν γυναῖκα τοῦ γεγονότος αἰτιώμενος καὶ λέγων ὑπ᾽ αὐτῆς ἐξαπατηθεὶς ἁμαρτεῖν, δ᾽ αὖ κατηγόρει τοῦ ὄφεως. [49] δὲ θεὸς ἥττονα γυναικείας συμβουλίας αὐτὸν γενόμενον ὑπετίθει τιμωρίᾳ, τὴν γῆν οὐκέτι μὲν οὐδὲν αὐτοῖς ἀναδώσειν αὐτομάτως εἰπών, πονοῦσι δὲ καὶ τοῖς ἔργοις τριβομένοις τὰ μὲν παρέξειν, τῶν δ᾽ οὐκ ἀξιώσειν. Εὔαν δὲ τοκετοῖς καὶ ταῖς ἐξ ὠδίνων ἀλγηδόσιν ἐκόλαζεν, ὅτι τὸν Ἄδαμον οἷς αὐτὴν ὄφις ἐξηπάτησε τούτοις παρακρουσαμένη συμφοραῖς περιέβαλεν. [50] ἀφείλετο δὲ καὶ τὸν ὄφιν τὴν φωνὴν ὀργισθεὶς ἐπὶ τῇ κακοηθείᾳ τῇ πρὸς τὸν Ἄδαμον καὶ ἰὸν ἐντίθησιν ὑπὸ τὴν γλῶτταν αὐτῷ πολέμιον ἀποδείξας ἀνθρώποις καὶ ὑποθέμενος κατὰ τῆς κεφαλῆς φέρειν τὰς πληγάς, ὡς ἐν ἐκείνῃ τοῦ τε κακοῦ τοῦ πρὸς ἀνθρώπους κειμένου καὶ τῆς τελευτῆς ῥᾴστης τοῖς ἀμυνομένοις ἐσομένης, ποδῶν τε αὐτὸν ἀποστερήσας σύρεσθαι κατὰ τῆς γῆς ἰλυσπώμενον ἐποίησε. [51] καὶ μὲν θεὸς ταῦτα προστάξας αὐτοῖς πάσχειν μετοικίζει τὸν Ἄδαμον καὶ τὴν Εὔαν ἐκ τοῦ κήπου εἰς ἕτερον χωρίον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: