previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[183]

Ἐπαινέσας δὲ αὐτοῦ τὴν ἀρετὴν θεός, ‘ἀλλ᾽ οὐκ ἀπολεῖς, φησί, μισθοὺς οὓς ἄξιόν ἐστίν σε ἐπὶ τοιαύταις εὐπραγίαις κομίζεσθαι.’ τοῦ δ᾽ ὑπολαβόντοςκαὶ τίς ἂν εἴη χάρις τούτων τῶν μισθῶν, οὐκ ὄντων οἳ διαδέξονται μετ᾽ αὐτόν, ἔτι γὰρ ἦν ἄπαις, θεὸς καὶ παῖδα αὐτῷ γενήσεσθαι καταγγέλλει καὶ πολλὴν ἐκείνου γενεάν, ὡς παραπλησίως αὐτῇ τοῖς ἄστροις ἔσεσθαι τὸν ἀριθμόν.’ [184] καὶ μὲν ταῦτ᾽ ἀκούσας θυσίαν προσφέρει τῷ θεῷ κελευσθεὶς ὑπ᾽ αὐτοῦ. ἦν δὲ τρόπος τῆς θυσίας τοιοῦτος: δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν ὁμοίως τριετῆ καὶ τρυγόνα καὶ περιστερὰν κελεύσαντος διεῖλε, τῶν ὀρνέων οὐδὲν διελών. [185] εἶτα πρὶν στῆναι τὸν βωμὸν οἰωνῶν ἐφιπταμένων ἐπιθυμίᾳ τοῦ αἵματος φωνὴ θεία παρῆν ἀποσημαίνουσα πονηροὺς αὐτοῦ τοῖς ἐγγόνοις γείτονας ἐπὶ ἔτη τετρακόσια γενησομένους κατὰ τὴν Αἴγυπτον: ἐν οἷς κακοπαθήσαντας περιέσεσθαι τῶν ἐχθρῶν καὶ κρατήσαντας πολέμῳ Χαναναίων ἕξειν αὐτῶν τὴν γῆν καὶ τὰς πόλεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: