previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[259]

Λιμοῦ δὲ τὴν γῆν καταλαβόντος Ἴσακος, δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον τῆς χώρας ἀγαθῆς ὑπαρχούσης, ἐπὶ Γεράρων ἀπῄει τοῦ θεοῦ κελεύσαντος. ὑποδέχεται δ᾽ αὐτὸν βασιλεὺς Ἀβιμέλεχος κατὰ ξενίαν καὶ φιλίαν τὴν Ἁβράμου καὶ πολλῇ πάνυ πρὸς αὐτὸν εὐνοίᾳ χρησάμενος κατ᾽ ἀρχὰς ἐπὶ ταύτης ὑπὸ φθόνου μεῖναι πρὸς τὸ πᾶν ἐκωλύθη. [260] ὁρῶν γὰρ τὸν θεὸν τῷ Ἰσάκῳ συμπαρόντα καὶ τοσαύτῃ περὶ αὐτὸν σπουδῇ χρώμενον ἀπώσατο αὐτόν. δὲ τοιούτου πάλιν ἐκ μεταβολῆς τῆς ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου τότε μὲν ἀνεχώρησεν εἰς τὴν λεγομένην Φάραγγα χωρίον οὐ μακρὰν Γεράρων, ὀρύσσοντι δ᾽ αὐτῷ φρέαρ ποιμένες ἐπιπεσόντες εἰς μάχην ἐχώρησαν κωλύοντες τὸ ἔργον, καὶ μὴ βουληθέντος φιλονικεῖν ἔδοξαν κεκρατηκέναι. [261] ὑποχωρήσας δὲ ὤρυσσεν ἕτερον, καὶ βιασαμένων ἄλλων τινῶν Ἀβιμελέχου ποιμένων καὶ τοῦτο καταλιπὼν ἀπεχώρησεν εὐγνώμονι λογισμῷ κτώμενος αὑτῷ τὴν ἄδειαν. [262] εἶτα αὐτομάτου παρασχόντος αὐτῷ τὴν φρεωρυχίαν ἀνεπικώλυτον, Ῥοωβὼθ τὸ φρέαρ ὠνόμασεν: εὐρύχωρον ἀποσημαίνει τὸ ὄνομα. τῶν δὲ προτέρων τὸ μὲν Ἔσκον καλεῖται: μάχην ἄν τις αὐτὸ φήσειε: τὸ δ᾽ ἕτερον Σύαιναν: ἔχθραν ἀποσημαίνει τὸ ὄνομα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: