previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[161]

Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Ἰουδαίαν καταλαβόντος Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος μεταίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος ὧν λέγοιεν περὶ θεῶν: γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον αὐτὸς ἄμεινον φρονῶν. [162] ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων ἐπιμανές, μὴ διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην ἐπενόησε τοιαύτην: ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην τοῦθ᾽ ὑποκρίνασθαι, συμφέρειν γὰρ αὐτοῖς, ἐδίδαξεν. [163] ὡς δ᾽ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε: τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ: διὸ καὶ Φαραώθης βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας. [164] ἐμποδίζει δὲ αὐτοῦ θεὸς τὴν ἄδικον ἐπιθυμίαν νόσῳ τε καὶ στάσει τῶν πραγμάτων: καὶ θυομένῳ περὶ ἀπαλλαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ ἱερεῖς, ἐφ᾽ οἷς ἠθέλησεν ὑβρίσαι τοῦ ξένου τὴν γυναῖκα. [165] δὲ φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς τε εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο, πυθόμενός τε τὴν ἀλήθειαν Ἅβραμον παρῃτεῖτο: νομίζων γὰρ ἀδελφὴν ἀλλ᾽ οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτὴν συγγένειαν ποιήσασθαι βουλόμενος, ἀλλ᾽ οὐκ ἐνυβρίσαι κατ᾽ ἐπιθυμίαν ὡρμημένος: δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπ᾽ αὐτῇ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: