previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15]

Ἔτυχε δ᾽ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ γεγραφὼς τῷ Ἐζεκίᾳ Ἀσσύριος ἐπιστολάς, ἐν αἷς ἀνόητον μὲν αὐτὸν ἔλεγεν ὑπολαμβάνοντα τὴν ὑπ᾽ αὐτῷ διαφεύξεσθαι δουλείαν ἔθνη πολλὰ καὶ μεγάλα κεχειρωμένῳ, ἠπείλει δὲ πανωλεθρίᾳ διαφθερεῖν αὐτὸν παραλαβών, εἰ μὴ τὰς πύλας ἀνοίξας ἑκὼν αὐτοῦ δέξεται τὴν στρατιὰν εἰς τὰ Ἱεροσόλυμα. [16] ταῦτ᾽ ἀναγνοὺς καταφρονεῖ διὰ τὴν ἀπὸ τοῦ θεοῦ πεποίθησιν, τὰς δ᾽ ἐπιστολὰς πτύξας εἰς τὸν ναὸν ἔσω κατέθετο. πάλιν δὲ τῷ θεῷ τὰς εὐχὰς αὐτοῦ ποιησαμένου περὶ τῆς πόλεως καὶ τῆς ἁπάντων σωτηρίας Ἡσαΐας προφήτης ἐπήκοον αὐτὸν ἔφασκε γεγονέναι καὶ κατὰ τὸν παρόντα καιρὸν μὴ πολιορκηθήσεσθαι ὑπὸ τοῦ Σύρου, μέλλοντι πάντων ἀδεεῖς τῶν ὑπ᾽ αὐτοῦ γενομένων γεωργήσειν μετ᾽ εἰρήνης καὶ τῶν ἰδίων ἐπιμελήσεσθαι κτημάτων οὐδὲν φοβουμένους. [17] ὀλίγου δὲ χρόνου διελθόντος καὶ τῶν Ἀσσυρίων βασιλεὺς διαμαρτὼν τῆς ἐπὶ τοὺς Αἰγυπτίους ἐπιβολῆς ἄπρακτος ἀνεχώρησεν ἐπ᾽ οἴκου δι᾽ αἰτίαν τοιαύτην: πολὺς αὐτῷ χρόνος ἐτρίβετο πρὸς τὴν Πηλουσίου πολιορκίαν, καὶ τῶν χωμάτων ἤδη μετεώρων ὄντων, πρὸς τοῖς τείχεσιν ἤγειρε, καὶ ὅσον οὔπω μέλλοντος προσβαλεῖν αὐτοῖς, ἀκούει τὸν τῶν Αἰθιόπων βασιλέα Θαρσικὴν πολλὴν ἄγοντα δύναμιν ἐπὶ συμμαχίᾳ τοῖς Αἰγυπτίοις ἥκειν διεγνωκότα ποιήσασθαι τὴν πορείαν διὰ τῆς ἐρήμου καὶ ἐξαίφνης εἰς τὴν τῶν Ἀσσυρίων ἐμβαλεῖν. [18] ταραχθεὶς οὖν ὑπὸ τούτων βασιλεὺς Σεναχείριμος * ἐπὶ τὸν ἱερέα τὸν Ἡφαίστου στρατεῦσαι ἔλεγεν * ὡς οὗτος βασιλεὺς ἐπὶ τὸν τῶν Αἰγυπτίων ἔλθοι βασιλέα ἱερέα ὄντα τοῦ Ἡφαίστου, πολιορκῶν δὲ τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν ἐξ αἰτίας τοιαύτης: ηὔξατο βασιλεὺς τῶν Αἰγυπτίων τῷ θεῷ, γενόμενος ἐπήκοος θεὸς πληγὴν ἐνσκήπτει τῷ Ἄραβι: [19] πλανᾶται γὰρ κἀν τούτῳ οὐκ Ἀσσυρίων λέγων τὸν βασιλέα ἀλλ᾽ Ἀράβων: μυῶν γὰρ πλῆθός φησι μιᾷ νυκτὶ τὰ τόξα καὶ τὰ λοιπὰ ὅπλα διαφαγεῖν τῶν Ἀσσυρίων, καὶ διὰ τοῦτο μὴ ἔχοντα τόξα τὸν βασιλέα τὴν στρατιὰν ἀπάγειν ἀπὸ τοῦ Πηλουσίου. [20] καὶ Ἡρόδοτος μὲν οὕτως ἱστορεῖ, Βηρωσὸς δὲ τὰ Χαλδαϊκὰ συγγραψάμενος μνημονεύει τοῦ βασιλέως τοῦ Σεναχειρίμου, καὶ ὅτι τῶν Ἀσσυρίων ἦρχε καὶ ὅτι πάσῃ ἐπεστρατεύσατο τῇ Ἀσίᾳ καὶ τῇ Αἰγύπτῳ λέγων οὕτως:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: