previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[250]

Δανίηλος τοίνυν ὢν ἐν τοιαύτῃ τιμῇ καὶ λαμπρᾷ σπουδῇ παρὰ τῷ Δαρείῳ καὶ πρὸς ἅπαντα ὑπ᾽ αὐτοῦ μόνος, ὡς ἂν ἔχων τὸ θεῖον πεπιστευμένος ἐν αὑτῷ, παραλαμβανόμενος ἐφθονήθη: βασκαίνουσι γὰρ οἱ μᾶλλον αὐτῶν ἑτέρους ἐν πλείονι τιμῇ παρὰ τοῖς βασιλεῦσι βλέποντες. [251] ζητούντων δ᾽ ἐπ᾽ αὐτὸν ἀφορμὴν διαβολῆς καὶ κατηγορίας τῶν ἀχθομένων ἐπ᾽ αὐτῷ εὐδοκιμοῦντι παρὰ τῷ Δαρείῳ παρεῖχεν αἰτίαν οὐδεμίαν: ὢν γὰρ καὶ χρημάτων ἐπάνω καὶ παντὸς λήμματος περιορῶν, αἴσχιστον αὐτῷ δοκεῖν κἂν ὑπὲρ ὧν δοθείη καλῶς πρὸς τὸ λαβεῖν, οὐδ᾽ ἡντιναοῦν τοῖς ζηλοτυποῦσιν αὐτὸν ἐγκλημάτων εὕρεσιν παρεῖχεν. [252] οἱ δ᾽ ὡς οὐδὲν εἶχον, κατειπόντες αὐτοῦ πρὸς τὸν βασιλέα ζημιώσουσιν αὐτὸν εἰς τὴν παρ᾽ αὐτοῦ τιμὴν αἰσχύνῃ καὶ διαβολῇ, τρόπον ἄλλον ἐζήτουν καθ᾽ ὃν αὐτὸν ἐκποδὼν ποιήσονται. ὁρῶντες οὖν τὸν Δανίηλον τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ πρόφασιν ἔγνωσαν εὑρηκέναι, δι᾽ ἧς ἀπολέσουσιν αὐτόν. [253] καὶ πρὸς τὸν Δαρεῖον ἐλθόντες ἀπήγγελλον αὐτῷ, ὡς τοῖς σατράπαις αὐτοῦ καὶ τοῖς ἡγεμόσι δόξειεν ἐπὶ τριάκονθ᾽ ἡμέρας ἀνεῖναι τὸ πλῆθος, ὅπως μήτ᾽ αὐτῷ τις μήτε τοῖς θεοῖς δεόμενος αὐτῶν καὶ εὐχόμενος εἴη, τὸν μέντοι γε αὐτῶν παραβάντα ταύτην τὴν γνώμην εἰς τὸν τῶν λεόντων ἔκριναν ῥῖψαι λάκκον ἀπολούμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: