previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[163]

Διαδραμούσης δὲ φήμης εἰς τὰ περὶ τὴν Ἰουδαίαν ἔθνη, ὅτι τοὺς ἀπὸ τῆς φυγῆς παρ᾽ αὐτὸν ἐλθόντας Γαδαλίας ἐδέξατο φιλανθρώπως καὶ τὴν γῆν αὐτοῖς γεωργοῦσι κατοικεῖν ἐφῆκεν, ἐφ᾽ τελεῖν φόρον τῷ Βαβυλωνίῳ, συνέδραμον αὐτοὶ πρὸς τὸν Γαδαλίαν καὶ τὴν χώραν κατῴκησαν. [164] κατανοήσαντες δὲ τὴν χώραν καὶ τὴν τοῦ Γαδαλίου χρηστότητα καὶ φιλανθρωπίαν Ἰωάννης καὶ οἱ μετ᾽ αὐτοῦ ἡγεμόνες ὑπερηγάπησαν αὐτὸν καὶ Βαάλιμον τὸν τῶν Ἀμμανιτῶν βασιλέα ἔλεγον πέμψαι Ἰσμάηλον ἀποκτενοῦντα αὐτὸν δόλῳ κρυφίως, ὅπως αὐτὸς ἄρχῃ τῶν Ἰσραηλιτῶν: εἶναι γὰρ αὐτὸν ἐκ τοῦ γένους τοῦ βασιλικοῦ. [165] ῥύσεσθαί γε μὴν ἔλεγον αὐτὸν τῆς ἐπιβουλῆς, ἂν αὐτοῖς ἐφῇ κτεῖναι τὸν Ἰσμάηλον, ὡς οὐδενὸς γνωσομένου: δεδιέναι γὰρ ἔφασκον, μὴ φονευθεὶς αὐτὸς ὑπ᾽ ἐκείνου παντελὴς ἀπώλεια γένηται τῶν ὑπολελειμμένων τῆς τῶν Ἰσραηλιτῶν ἰσχύος. [166] δ᾽ ἀπιστεῖν αὐτοῖς ὡμολόγει κατ᾽ ἀνδρὸς εὖ πεπονθότος ἐπιβουλὴν τοιαύτην ἐμφανίσασιν: οὐ γὰρ εἰκὸς εἶναι παρὰ τηλικαύτην ἐρημίαν ὧν ἔχρῃζε μὴ διαμαρτόντα οὕτως πονηρὸν εἰς τὸν εὐεργετήσαντα καὶ ἀνόσιον εὑρεθῆναι, ὡς τῷ μὲν τὸ ἀδίκημα τὸ μὴ ὑπ᾽ ἄλλων ἐπιβουλευόμενον σῶσαι, σπουδάζειν δὲ αὐτὸν αὐτόχειρα ζητεῖν αὐτοῦ γενέσθαι. [167] οὐ μὴν ἀλλ᾽ εἰ ταῦτ᾽ ἀληθῆ δεῖ δοκεῖν, ἄμεινον ἔφασκεν ἀποθανεῖν αὐτὸν ὑπ᾽ ἐκείνου μᾶλλον, καταφυγόντα πρὸς αὐτὸν ἄνθρωπον καὶ πιστεύσαντα τὴν ἰδίαν σωτηρίαν καὶ παρακαταθέμενον αὐτῷ διαφθεῖραι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: