previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[173]

Ἀκούσας δ᾽ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ ἡγεμόνες τὰ ἐν τῇ Μασφαθῇ τὰ πεπραγμένα ὑπὸ Ἰσμαήλου καὶ τὸν Γαδαλίου θάνατον ἠγανάκτησαν, καὶ τοὺς ἰδίους ἕκαστος ὁπλίτας παραλαβὼν ὥρμησαν πολεμήσοντες τὸν Ἰσμάηλον καὶ καταλαμβάνουσιν αὐτὸν πρὸς τῇ πηγῇ ἐν Ἰβρῶνι. [174] οἱ δὲ αἰχμαλωτισθέντες ὑπὸ Ἰσμαήλου τὸν Ἰωάννην ἰδόντες καὶ τοὺς ἡγεμόνας εὐθύμως διετέθησαν βοήθειαν αὑτοῖς ἥκειν ὑπολαμβάνοντες, καὶ καταλιπόντες τὸν αἰχμαλωτίσαντα πρὸς Ἰωάννην ἀνεχώρησαν. Ἰσμάηλος μὲν οὖν μετ᾽ ἀνδρῶν ὀκτὼ φεύγει πρὸς τὸν τῶν Ἀμμανιτῶν βασιλέα. [175] δὲ Ἰωάννης παραλαβὼν οὓς ἀνέσωσεν ἐκ τῶν Ἰσμαήλου χειρῶν καὶ τοὺς εὐνούχους καὶ τὰς γυναῖκας καὶ τὰ νήπια εἴς τινα τόπον Μάνδρα λεγόμενον παραγίνεται. καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἐπέμεινεν αὐτόθι, διεγνώκεισαν δ᾽ ἐκεῖθεν ἄραντες εἰς Αἴγυπτον ἐλθεῖν φοβούμενοι, μὴ κτείνωσιν αὐτοὺς οἱ Βαβυλώνιοι μείναντας ἐν τῇ χώρᾳ ὑπὲρ Γαδαλία τοῦ κατασταθέντος ὑπ᾽ αὐτῶν ἡγεμόνος ὀργισθέντες πεφονευμένου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: