previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64]

Τυχὼν οὖν τούτων παρὰ τοῦ βασιλέως Ζοροβάβηλος ἐξελθὼν ἀπὸ τῶν βασιλείων καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐχαριστεῖν ἤρξατο τῷ θεῷ τῆς σοφίας καὶ τῆς ἐπ᾽ αὐτῇ νίκης, ἣν Δαρείου παρόντος ἔλαβεν: ‘οὐ γὰρ ἂν τούτων ἀξιωθῆναι μὴ σοῦ[65] , φησί, ‘δέσποτα, τυχὼν εὐμενοῦς.’ ταῦτ᾽ οὖν περὶ τῶν παρόντων εὐχαριστήσας τῷ θεῷ καὶ πρὸς τὰ μέλλοντα δεηθεὶς αὑτὸν παρέχειν ὅμοιον, ἧκεν εἰς Βαβυλῶνα καὶ τοῖς ὁμοφύλοις εὐηγγελίσατο τὰ παρὰ τοῦ βασιλέως. [66] οἱ δὲ ἀκούσαντες εὐχαριστοῦσι μὲν τῷ θεῷ πάλιν αὐτοῖς ἀποδιδόντι τὴν πάτριον γῆν, εἰς δὲ πότον καὶ κώμους τραπέντες ἐφ᾽ ἡμέρας ἑπτὰ διήγαγον εὐωχούμενοι καὶ τὴν ἀνάκτησιν καὶ παλιγγενεσίαν τῆς πατρίδος ἑορτάζοντες. [67] ἔπειτα τοὺς ἀναβησομένους εἰς τὰ Ἱεροσόλυμα ἡγεμόνας ἐκ τῶν πατρίων φυλῶν σὺν γυναιξὶ καὶ τέκνοις καὶ ὑποζυγίοις ἐπελέξαντο, οἳ Δαρείου συμπέμψαντος ἕως τῶν Ἱεροσολύμων ὥδευον μετὰ χαρᾶς καὶ τρυφῆς, ψαλλόμενοι καὶ καταυλούμενοι καὶ περιψοφούμενοι τοῖς κυμβάλοις. προέπεμπε δὲ αὐτοὺς καὶ τὸ ὑπολειπόμενον τῶν Ἰουδαίων πλῆθος μετὰ παιδιᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: