previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[109]

Ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς μηνὶ τῷ πρώτῳ, κατὰ μὲν Μακεδόνας Ξανθικῷ λεγομένῳ κατὰ δὲ ἡμᾶς Νισάν, συνερρύη πᾶς λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον ἁγνεύοντες μετὰ γυναικῶν καὶ τέκνων τῷ πατρίῳ νόμῳ, [110] καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν τῇ τετράδι καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς ἐπιτελέσαντες κατευωχήθησαν ἐπὶ ἡμέρας ἑπτὰ μηδεμιᾶς φειδόμενοι πολυτελείας, ἀλλὰ καὶ τὰς ὁλοκαυτώσεις ἐπιφέροντες τῷ θεῷ καὶ χαριστηρίους θυσίας ἱερουργοῦντες ἀνθ᾽ ὧν αὐτοὺς ποθοῦν τὸ θεῖον πάλιν εἰς τὴν πάτριον γῆν καὶ τοὺς ἐν αὐτῇ νόμους ἤγαγεν καὶ τὴν τοῦ Περσῶν βασιλέως διάνοιαν εὐμενῆ κατέστησεν αὐτοῖς. [111] καὶ οἱ μὲν ὑπὲρ τούτων ἐπιδαψιλευόμενοι ταῖς θυσίαις καὶ τῇ περὶ τὸν θεὸν φιλοτιμίᾳ κατῴκησαν ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας: οἱ γὰρ ἀρχιερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. [112] πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας καὶ τῆς ἀναστάσεως ἐβασιλεύοντο ἀπὸ Σαούλου πρῶτον ἀρξάμενοι καὶ Δαυίδου ἐπὶ ἔτη πεντακόσια τριακονταδύο μῆνας ἓξ ἡμέρας δέκα, πρὸ δὲ τῶν βασιλέων τούτων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι, καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἔτεσιν πλέον πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν ἀποθανόντα καὶ Ἰησοῦν τὸν στρατηγόν. [113] καὶ τὰ μὲν περὶ τῶν ἀνασωθέντων ἐκ τῆς αἰχμαλωσίας Ἰουδαίων ἐν τοῖς Κύρου καὶ Δαρείου χρόνοις ἐν τούτοις ὑπῆρχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: