previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[131]

Λαβὼν δὲ Ἔζδρας ταύτην τὴν ἐπιστολὴν ὑπερήσθη καὶ τῷ θεῷ προσκυνεῖν ἤρξατο, τῆς τοῦ βασιλέως πρὸς αὐτὸν χρηστότητος ἐκεῖνον αἴτιον ὁμολογῶν γεγενῆσθαι, καὶ διὰ τοῦτο τὴν πᾶσαν αὐτοῦ χάριν ἔλεγεν εἶναι. ἀναγνοὺς δ᾽ ἐν Βαβυλῶνι τὴν ἐπιστολὴν τοῖς αὐτόθι παροῦσιν Ἰουδαίοις, αὐτὴν μὲν κατέσχεν, τὸ δ᾽ ἀντίγραφον αὐτῆς πρὸς ἅπαντας ἔπεμψεν τοὺς ὁμοεθνεῖς τοὺς κατὰ τὴν Μηδίαν ὄντας. [132] μαθόντες δὲ οὗτοι τὴν παρὰ τοῦ βασιλέως καὶ πρὸς τὸν θεὸν εὐσέβειαν καὶ πρὸς τὸν Ἔζδραν εὔνοιαν ἅπαντες μὲν ὑπερηγάπησαν, πολλοὶ δ᾽ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα ποθοῦντες τῆς εἰς τὰ Ἱεροσόλυμα καθόδου. [133] δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινεν: διὸ καὶ δύο φυλὰς εἶναι συμβέβηκεν ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης Ῥωμαίοις ὑπακουούσας, αἱ δὲ δέκα φυλαὶ πέραν εἰσὶν Εὐφράτου ἕως δεῦρο, μυριάδες ἄπειροι καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυνάμεναι. [134] πρὸς δὲ Ἔζδραν ἀφικνοῦνται ἱερέων καὶ Λευιτῶν καὶ θυρωρῶν καὶ ἱεροψαλτῶν καὶ ἱεροδούλων πολλοὶ τὸν ἀριθμόν. συναγαγὼν δὲ τοὺς ἐκ τῆς αἰχμαλωσίας εἰς τὸ πέραν τοῦ Εὐφράτου καὶ τρεῖς ἐπιδιατρίψας ἐκεῖ ἡμέρας νηστείαν αὐτοῖς παρήγγειλεν, ὅπως εὐχὰς ποιήσονται τῷ θεῷ περὶ τῆς αὐτῶν σωτηρίας καὶ τοῦ μηδὲν κατὰ τὴν ὁδὸν παθεῖν ἄτοπον πρὸς τῶν πολεμίων τινος ἄλλου δυσκόλου προσπεσόντος αὐτοῖς: [135] φθάσας γὰρ Ἔζδρας εἰπεῖν τῷ βασιλεῖ, ὅτι διασώσει αὐτοὺς θεός, οὐ κατηξίωσεν ἱππεῖς αὐτὸν αἰτῆσαι τοὺς προπέμψοντας. ποιησάμενοι δὲ τὰς εὐχάς, ἄραντες ἀπὸ τοῦ Εὐφράτου δωδεκάτῃ τοῦ πρώτου μηνὸς τοῦ ἑβδόμου ἔτους τῆς Ξέρξου βασιλείας παρεγένοντο εἰς Ἱεροσόλυμα μηνὶ πέμπτῳ τοῦ αὐτοῦ ἔτους. [136] καὶ παραχρῆμα τοῖς γαζοφύλαξιν Ἔζδρας οὖσιν ἐκ τοῦ τῶν ἱερέων γένους παρέστησεν τὰ ἱερὰ χρήματα, ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρύσεα σκεύη ταλάντων εἴκοσι, καὶ χαλκᾶ σκεύη χρυσοῦ κρείττονα σταθμὸν ἔχοντα ταλάντων δώδεκα: ταῦτα γὰρ ἐδωρήσατο βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ πάντες οἱ ἐν Βαβυλῶνι μένοντες Ἰσραηλῖται. [137] παραδοὺς δὲ ταῦτα τοῖς ἱερεῦσιν Ἔζδρας ἀπέδωκε τῷ θεῷ τὰς ἐκ τῶν ὁλοκαυτώσεων νενομισμένας γίνεσθαι θυσίας, ταύρους δώδεκα ὑπὲρ κοινῆς τοῦ λαοῦ σωτηρίας, κριοὺς ἐνενήκοντα, ἄρνας ἑβδομηκονταδύο, ἐρίφους εἰς παραίτησιν τῶν ἡμαρτημένων δεκαδύο. [138] τοῖς δὲ τοῦ βασιλέως οἰκονόμοις καὶ τοῖς ἐπάρχοις τῆς κοίλης Συρίας καὶ Φοινίκης τὰ γράμματα τοῦ βασιλέως ἀπέδωκεν. οἱ δὲ τὸ προσταχθὲν ὑπ᾽ αὐτοῦ ποιεῖν ἀνάγκην ἔχοντες ἐτίμησάν τε τὸ ἔθνος καὶ πρὸς πᾶσαν αὐτῷ χρείαν συνήργησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: