previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[168]

Γενόμενος οὖν ἐν Βαβυλῶνι καὶ πολλοὺς τῶν ὁμοφύλων ἐθελοντὶ ἀκολουθοῦντας αὐτῷ παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη βασιλεύοντος Ξέρξου, καὶ δείξας τῷ θεῷ τὰς ἐπιστολὰς ἀποδίδωσιν τῷ Ἀδδαίῳ καὶ τοῖς ἄλλοις ἐπάρχοις, καὶ συγκαλέσας πάντα τὸν λαὸν εἰς Ἱεροσόλυμα στὰς ἐν μέσῳ τῷ ἱερῷ τοιούτους ἐποιήσατο πρὸς αὐτὸν τοὺς λόγους: [169]ἄνδρες Ἰουδαῖοι, τὸν μὲν θεὸν ἴστε μνήμῃ τῶν πατέρων Ἀβράμου καὶ Ἰσάκου καὶ Ἰακώβου παραμένοντα καὶ διὰ τῆς ἐκείνων δικαιοσύνης οὐκ ἐγκαταλείποντα τὴν ὑπὲρ ὑμῶν πρόνοιαν: ἀμέλει συνήργησέν μοι παρὰ τοῦ βασιλέως λαβεῖν ἐξουσίαν, ὅπως ὑμῶν τὸ τεῖχος ἀναστήσω καὶ τὸ λείψανον τοῦ ἱεροῦ τελειώσω. [170] βούλομαι δ᾽ ὑμᾶς τὴν τῶν γειτονευόντων ἡμῖν ἐθνῶν δυσμένειαν σαφῶς εἰδότας, καὶ ὅτι πρὸς τὴν οἰκοδομίαν, εἰ μάθοιεν περὶ ταύτην ἡμᾶς φιλοτιμουμένους, ἐνστήσονται καὶ πολλὰ πραγματεύσονται πρὸς αὐτὴν ἡμῖν ἐμπόδια, [171] θαρρεῖν μὲν τῷ θεῷ πρῶτον ὡς καὶ πρὸς τὴν ἐκείνων ἀπέχθειαν στησομένους, μήτε δ᾽ ἡμέρας μήτε νυκτὸς αὐτοὺς ἀνιέναι τῆς οἰκοδομίας, ἀλλὰ πάσῃ σπουδῇ χρωμένους συνέχειν τὸ ἔργον, ὥς γε καιρὸς ἴδιός ἐστιν.’ [172] ταῦτ᾽ εἰπὼν ἐκέλευσεν εὐθὺς τοὺς ἄρχοντας μετρῆσαι τὸ τεῖχος καὶ διανεῖμαι τὴν ἐργασίαν αὐτοῦ τῷ λαῷ κατὰ κώμας τε καὶ πόλεις κατὰ τὸ ἑκάστοις δυνατόν, ὑποσχόμενος δὲ καὶ αὐτὸς μετὰ τῶν οἰκετῶν συλλήψεσθαι πρὸς τὴν οἰκοδομίαν διέλυσε τὴν ἐκκλησίαν. [173] καὶ οἱ Ἰουδαῖοι πρὸς τὸ ἔργον παρεσκευάζοντο. ἐκλήθησαν δὲ τὸ ὄνομα ἀφ᾽ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν ἐκ τῆς Ἰούδα φυλῆς, ἧς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε καὶ χώρα τὴν προσηγορίαν αὐτοῖς μετέλαβον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: