previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[335]

Ἰούδας δὲ Μακαβαῖος καὶ ἀδελφὸς αὐτοῦ Ἰωνάθης διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ ὁδὸν ἀπ᾽ αὐτοῦ τριῶν ἀνύσαντες ἡμερῶν τοῖς Ναβαταίοις εἰρηνικῶς ὑπαντῶσιν περιτυγχάνουσιν. [336] ὧν διηγησαμένων τὰ περὶ τοὺς ἐν τῇ Γαλάτιδι, ὡς πολλοὶ κακοπαθοῦσιν αὐτῶν ἐν τοῖς φρουρίοις ἀπειλημμένοι καὶ ταῖς πόλεσιν τῆς Γαλάτιδος, καὶ παραινεσάντων αὐτῷ σπεύδειν ἐπὶ τοὺς ἀλλοφύλους καὶ ζητεῖν ἀπ᾽ αὐτῶν σώζειν τοὺς ὁμοεθνεῖς, πεισθεὶς ὑπέστρεψεν εἰς τὴν ἔρημον, καὶ προσπεσὼν πρώτοις τοῖς τὴν Βοσόραν κατοικοῦσιν καὶ λαβὼν αὐτὴν καταβαλὼν πᾶν τὸ ἄρρεν καὶ μάχεσθαι δυνάμενον διέφθειρεν καὶ τὴν πόλιν ὑφῆψεν. [337] ἐπιγενομένης δὲ νυκτὸς οὐδ᾽ οὕτως ἐπέσχεν, ἀλλ᾽ ὁδεύσας δι᾽ αὐτῆς ἐπὶ τὸ φρούριον, ἔνθα τοὺς Ἰουδαίους ἐγκεκλεῖσθαι συνέβαινεν περικαθεζομένου τὸ χωρίον Τιμοθέου μετὰ τῆς δυνάμεως, ἕωθεν ἐπ᾽ αὐτὸ παραγίνεται. [338] καὶ καταλαβὼν ἤδη τοῖς τείχεσι προσβεβληκότας τοὺς πολεμίους καὶ τοὺς μὲν κλίμακας, ὥστε ἀναβαίνειν ἐπ᾽ αὐτά, τοὺς δὲ μηχανήματα προσφέροντας, κελεύσας τὸν σαλπικτὴν σημῆναι καὶ παρορμήσας τοὺς στρατιώτας ὑπὲρ ἀδελφῶν καὶ συγγενῶν διακινδυνεῦσαι προθύμως, εἰς τρία διελὼν τὸν στρατὸν ἐπιπίπτει κατὰ νώτου τοῖς πολεμίοις. [339] οἱ δὲ περὶ τὸν Τιμόθεον αἰσθόμενοι, ὅτι Μακαβαῖος εἴη, πεῖραν ἤδη καὶ πρότερον αὐτοῦ τῆς ἀνδρείας καὶ τῆς ἐν τοῖς πολέμοις εὐτυχίας εἰληφότες φυγῇ χρῶνται: ἐφεπόμενος δὲ μετὰ τοῦ στρατεύματος Ἰούδας ἀναιρεῖ μὲν αὐτῶν ὡς ὀκτακισχιλίους, [340] ἀπονεύσας δ᾽ εἰς Μελλὰ πόλιν οὕτως λεγομένην τῶν ἀλλοφύλων λαμβάνει καὶ ταύτην καὶ τοὺς μὲν ἄρρενας ἅπαντας ἀποκτείνει, τὴν δὲ πόλιν αὐτὴν ἐμπίπρησιν. ἄρας δ᾽ ἐκεῖθεν τήν τε Χασφομάκη καὶ Βοσὸρ καὶ πολλὰς ἄλλας πόλεις τῆς Γαλάτιδος καταστρέφεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), BEZER
    • Dictionary of Greek and Roman Geography (1854), NABATAEI
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: