previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[114]

Παραλαβὼν δ᾽ βασιλεὺς ταῦτα παρὰ τοῦ Δημητρίου, καθὼς προείρηται, προσκυνήσας αὐτοῖς ἐκέλευσε πολλὴν ποιεῖσθαι τῶν βιβλίων τὴν ἐπιμέλειαν, ἵνα διαμείνῃ ταῦτα καθαρῶς, τούς τε ἑρμηνεύσαντας παρεκάλεσεν συνεχῶς πρὸς αὐτὸν ἐκ τῆς Ἰουδαίας παραγίγνεσθαι: [115] τοῦτο γὰρ αὐτοῖς καὶ πρὸς τιμὴν τὴν παρ᾽ αὐτοῦ καὶ πρὸς τὰς ἀπὸ τῶν δώρων ὠφελείας λυσιτελήσειν: νῦν μὲν γὰρ εἶναι δίκαιον αὐτοὺς ἐκπέμπειν ἔλεγεν, ἑκουσίως δὲ πρὸς αὐτὸν ἐλθόντας τεύξεσθαι πάντων, ὧν τε αὐτῶν ἐστιν σοφία δικαία τυχεῖν καὶ ἐκείνου μεγαλοφροσύνη παρασχεῖν ἱκανή. [116] τότε μὲν οὖν ἐξέπεμψεν αὐτοὺς δοὺς ἑκάστῳ στολὰς ἀρίστας τρεῖς καὶ χρυσοῦ τάλαντα δύο καὶ κυλίκιον ταλάντου καὶ τὴν τοῦ συμποσίου στρωμνήν. [117] καὶ ταῦτα μὲν ἐκείνοις ἔχειν ἐδωρήσατο. τῷ δ᾽ ἀρχιερεῖ Ἐλεαζάρῳ δι᾽ αὐτῶν ἔπεμψεν κλίνας ἀργυρόποδας δέκα καὶ τὴν ἀκόλουθον αὐτῶν ἐπισκευὴν καὶ κυλίκιον ταλάντων τριάκοντα, πρὸς τούτοις δὲ καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνης ὀθόνης ἱστοὺς ἑκατόν, ἔτι γε μὴν φιάλας καὶ τρύβλια καὶ σπονδεῖα καὶ κρατῆρας χρυσοῦς πρὸς ἀνάθεσιν δύο. [118] παρεκάλεσεν δ᾽ αὐτὸν καὶ διὰ τῶν ἐπιστολῶν, ὅπως εἰ τῶν ἀνδρῶν τούτων θελήσειάν τινες πρὸς αὐτὸν ἐλθεῖν ἐπιτρέψῃ, περὶ πολλοῦ ποιούμενος τὴν μετὰ τῶν ἐν παιδείᾳ τυγχανόντων συνουσίαν καὶ τὸν πλοῦτον εἰς τοὺς τοιούτους ἡδέως ἔχων κατατίθεσθαι. καὶ τὰ μὲν εἰς δόξαν καὶ τιμὴν Ἰουδαίοις τοιαῦτα παρὰ Πτολεμαίου τοῦ Φιλαδέλφου συνέβη γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: