previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[125]

Ὅμοιον δέ τι τούτῳ καὶ Μᾶρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν: τῶν γὰρ Ἰώνων κινηθέντων ἐπ᾽ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος Σελεύκου υἱωνὸς παρὰ τοῖς Ἕλλησιν Θεὸς λεγόμενος, [126] μόνοι μετέλθωσιν, ἀξιούντων δ᾽, εἰ συγγενεῖς εἰσιν αὐτοῖς Ἰουδαῖοι, σέβεσθαι τοὺς αὐτῶν θεούς, καὶ δίκης περὶ τούτων συστάσης ἐνίκησαν οἱ Ἰουδαῖοι τοῖς αὐτῶν ἔθεσι χρῆσθαι συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ: γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι. [127] τὸ δ᾽ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνώτω τοῦ Νικολάου τὴν ἑκατοστὴν καὶ εἰκοστὴν καὶ τρίτην καὶ τετάρτην. περὶ μὲν οὖν τῶν ὑπ᾽ Ἀγρίππου κριθέντων οὐκ ἔστιν ἴσως θαυμάζειν: οὐ γὰρ ἐπολέμει τότε Ῥωμαίοις τὸ ἡμέτερον ἔθνος: [128] Οὐεσπασιανοῦ δ᾽ ἄν τις καὶ Τίτου τὴν μεγαλοφροσύνην εἰκότως ἐκπλαγείη μετὰ πολέμους καὶ τηλικούτους ἀγῶνας οὓς ἔσχον πρὸς ἡμᾶς μετριοπαθησάντων. ἐπανάξω δὲ τὸν λόγον ὅθεν ἐπὶ ταῦτ᾽ ἐξέβην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: