previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[237]

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἀποθανόντος καὶ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ τὴν ἀρχιερωσύνην Ἀντίοχος δίδωσιν: γὰρ παῖς, ὃν Ὀνίας καταλελοίπει, ἔτι νήπιος ἦν. δηλώσομεν δὲ τὰ περὶ τοῦ παιδὸς τούτου κατὰ χώραν ἕκαστα. [238] Ἰησοῦς δέ, οὗτος γὰρ ἦν τοῦ Ὀνίου ἀδελφός, τὴν ἀρχιερωσύνην ἀφῃρέθη προσοργισθέντος αὐτῷ τοῦ βασιλέως καὶ δόντος αὐτὴν τῷ νεωτάτῳ αὐτοῦ ἀδελφῷ Ὀνίᾳ τοὔνομα. Σίμωνι γὰρ οὗτοι τρεῖς ἐγένοντο παῖδες, καὶ εἰς τοὺς τρεῖς ἧκεν ἀρχιερωσύνη, καθὼς δεδηλώκαμεν. [239] μὲν οὖν Ἰησοῦς Ἰάσονα αὑτὸν μετωνόμασεν, δὲ Ὀνίας ἐκλήθη Μενέλαος. στασιάσαντος οὖν τοῦ προτέρου ἀρχιερέως Ἰησοῦ πρὸς τὸν μετὰ ταῦτα κατασταθέντα Μενέλαον καὶ τοῦ πλήθους διανεμηθέντος εἰς ἑκατέρους, ἐκ τῆς Μενελάου μοίρας οἱ Τωβίου παῖδες ἐγένοντο, [240] τὸ δὲ πλέον τοῦ λαοῦ τῷ Ἰάσονι συνελάμβανεν, ὑφ᾽ οὗ καὶ πονούμενοι τε Μενέλαος καὶ οἱ παῖδες οἱ τοῦ Τωβίου πρὸς Ἀντίοχον ἀνεχώρησαν δηλοῦντες αὐτῷ, ὅτι βούλονται τοὺς πατρίους νόμους καταλιπόντες καὶ τὴν κατ᾽ αὐτοὺς πολιτείαν ἕπεσθαι τοῖς βασιλικοῖς καὶ τὴν Ἑλληνικὴν πολιτείαν ἔχειν. [241] παρεκάλεσαν οὖν αὐτὸν ἐπιτρέψαι αὐτοῖς οἰκοδομῆσαι γυμνάσιον ἐν Ἱεροσολύμοις. συγχωρήσαντος δὲ καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν, ὡς ἂν εἶεν καὶ τὰ περὶ τὴν ἀπόδυσιν Ἕλληνες, τά τε ἄλλα πάνθ᾽ ὅσα ἦν αὐτοῖς πάτρια παρέντες ἐμιμοῦντο τὰ τῶν ἄλλων ἐθνῶν ἔργα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: