previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[203]

Ὡς δὲ παραγενόμενος εἰς τὴν Ἀλεξάνδρειαν ἀπέδωκε τῷ Ἀρίονι τὴν ἐπιστολήν, ἐπερωτήσαντος αὐτοῦ, πόσα βούλεται τάλαντα λαβεῖν, ἤλπισε δ᾽ αὐτὸν αἰτήσειν δέκα βραχεῖ τούτων πλέον, εἰπόντος χιλίων χρῄζειν ὀργισθεὶς ἐπέπληττεν αὐτῷ ὡς ἀσώτως ζῆν διεγνωκότι, καὶ πῶς πατὴρ αὐτοῦ συναγάγοι τὴν οὐσίαν ὡς πονῶν καὶ ταῖς ἐπιθυμίαις ἀντέχων ἐδήλου καὶ μιμητὴν αὐτὸν ἠξίου γενέσθαι τοῦ γεγεννηκότος: δώσειν δ᾽ οὐδὲν πλέον ταλάντων δέκα καὶ ταῦτα εἰς δωρεὰς τῷ βασιλεῖ. [204] παροξυνθεὶς δ᾽ παῖς εἰς δεσμὰ τὸν Ἀρίονα ἐνέβαλεν. τῆς δὲ τοῦ Ἀρίονος γυναικὸς τοῦτο δηλωσάσης τῇ Κλεοπάτρᾳ καὶ δεηθείσης, ὅπως ἐπιπλήξῃ τῷ παιδί, σφόδρα γὰρ ἦν Ἀρίων ἐν τιμῇ παρ᾽ αὐτῇ, φανερὸν τῷ βασιλεῖ τοῦτο ἐποίησεν Κλεοπάτρα. [205] δὲ Πτολεμαῖος πέμψας πρὸς τὸν Ὑρκανὸν θαυμάζειν ἔλεγεν, πῶς ἀποσταλεὶς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς οὔτε ὀφθείη αὐτῷ καὶ προσέτι δήσειεν τὸν οἰκονόμον: [206] ἐλθόντα οὖν τὴν αἰτίαν αὐτῷ μηνύειν ἐκέλευσεν. τὸν δέ φασιν ἀποκρίνασθαι τῷ παρὰ τοῦ βασιλέως λέγειν αὐτῷ, ὅτινόμος ἐστὶ παρ᾽ αὐτῷ κωλύων τὸν γεννηθέντα γεύσασθαι θυσιῶν, πρὶν εἰς τὸ ἱερὸν ἔλθῃ καὶ θύσῃ τῷ θεῷ: κατὰ δὴ τοῦτον τὸν λογισμὸν οὐδ᾽ αὐτὸς ἐλθεῖν πρὸς αὐτὸν περιμένων τὰ δῶρα κομίσαι τοῦ πατρὸς εὐεργέτῃ γεγενημένῳ. [207] τὸν δὲ δοῦλον κολάσαι παρακούσαντα ὧν προσέταξεν: διαφέρειν γὰρ οὐδὲν μικρὸν εἶναί τινα δεσπότην μέγαν: ἂν οὖν μὴ κολάζωμεν τοὺς τοιούτους, καὶ σὺ προσδόκα ὑπὸ τῶν ἀρχομένων καταφρονηθήσεσθαι.’ ταῦτ᾽ ἀκούσας Πτολεμαῖος εἰς γέλωτα ἐτράπη καὶ τὴν μεγαλοφροσύνην τοῦ παιδὸς ἐθαύμασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: