previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18]

Ὑπὸ τὸν αὐτὸν δὲ καιρὸν παραγενόμενός τις πρὸς Ἰωνάθην καὶ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα τοὺς Ἀμαραίου παῖδας ἀπήγγειλεν αὐτοῖς γάμον ἐπιτελοῦντας καὶ τὴν νύμφην ἄγοντας ἀπὸ Ναβαθὰ πόλεως θυγατέρα τινὸς οὖσαν τῶν ἐπιφανῶν παρὰ τοῖς Ἄραψιν, μέλλειν δὲ γίνεσθαι παραπομπὴν τῆς κόρης λαμπρὰν καὶ πολυτελῆ. [19] οἱ δὲ περὶ τὸν Ἰωνάθην καὶ Σίμωνα καιρὸν ἐπιτηδειότατον εἰς τὴν ἐκδικίαν τἀδελφοῦ νομίσαντες αὐτοῖς παραφανῆναι, καὶ λήψεσθαι τὴν ὑπὲρ Ἰωάννου δίκην παρ᾽ αὐτῶν ἐπὶ πολλῆς ἐξουσίας ὑπολαβόντες ἐξώρμησαν εἰς τὰ Μήδαβα καὶ τοὺς ἐχθροὺς ἐν τῷ ὄρει λοχῶντες ἔμενον. [20] ὡς δ᾽ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν. [21] καὶ τιμωρίαν μὲν ὑπὲρ Ἰωάννου τἀδελφοῦ παρὰ τῶν υἱῶν Ἀμαραίου τοιαύτην ἀπέλαβον: αὐτοί τε γὰρ οὗτοι καὶ οἱ συνεπόμενοι τούτοις φίλοι καὶ γυναῖκες αὐτῶν καὶ τέκνα διεφθάρησαν ὄντες τετρακόσιοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: