previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[338]

Πειράσας δὲ καὶ Σέπφωριν μικρὸν ἄπωθεν τῆς πεπορθημένης πολλοὺς ἀποβαλὼν ᾔει πολεμήσων Ἀλεξάνδρῳ. ὑπήντησε δ᾽ αὐτῷ πρὸς τῷ Ἰορδάνῃ ποταμῷ Ἀλέξανδρος περί τινα τόπον λεγόμενον Ἀσωφὼν οὐ πόρρωθεν τοῦ Ἰορδάνου ποταμοῦ καὶ βάλλεται στρατόπεδον πλησίον τῶν πολεμίων. [339] εἶχεν μέντοι τοὺς προμαχομένους ὀκτακισχιλίους, οὓς ἑκατονταμάχους προσηγόρευσεν, ἐπιχάλκοις χρωμένους τοῖς θυρεοῖς. ἦσαν δὲ καὶ τοῖς τοῦ Πτολεμαίου προμαχοῦσιν ἐπίχαλκοι αἱ ἀσπίδες. τοῖς μέντοι γε ἄλλοις ἔλαττον ἔχοντες οἱ τοῦ Πτολεμαίου εὐλαβέστερον συνῆψαν εἰς τὸν κίνδυνον. [340] θάρσος δὲ αὐτοῖς οὐκ ὀλίγον ἐνεποίησεν τακτικὸς Φιλοστέφανος διαβῆναι κελεύσας τὸν ποταμόν, οὗ μεταξὺ ἦσαν ἐστρατοπεδευκότες. Ἀλεξάνδρῳ δὲ κωλύειν αὐτῶν τὴν διάβασιν οὐκ ἔδοξεν: ἐνόμιζεν γάρ, εἰ κατὰ νώτου λάβοιεν τὸν ποταμόν, ῥᾷον αἱρήσειν τοὺς πολεμίους φεύγειν ἐκ τῆς μάχης οὐ δυναμένους. [341] κατ᾽ ἀρχὰς μὲν οὖν παρ᾽ ἀμφοτέρων ἦν ἔργα χειρῶν καὶ προθυμίας παραπλήσια καὶ πολὺς ἐγένετο φόνος ἐξ ἑκατέρων τῶν στρατευμάτων, ὑπερτέρων δὲ τῶν Ἀλεξάνδρου γινομένων Φιλοστέφανος διελὼν τὴν δύναμιν δεξιῶς τοῖς ἐνδιδοῦσιν ἐπεκούρει. [342] μηδενὸς δὲ τῷ κλιθέντι μέρει τῶν Ἰουδαίων προσβοηθοῦντος τούτους μὲν συνέβαινε φεύγειν μὴ βοηθούντων τῶν πλησίον ἀλλὰ κοινωνούντων τῆς φυγῆς, οἱ δὲ τοῦ Πτολεμαίου τὰ ἐναντία τούτων ἔπραττον: [343] ἑπόμενοι γὰρ ἔκτεινον τοὺς Ἰουδαίους, καὶ τὸ τελευταῖον τραπέντας αὐτοὺς ἅπαντας ἐδίωκον φονεύοντες ἕως οὗ καὶ σίδηρος αὐτοῖς ἠμβλύνθη κτείνουσιν καὶ αἱ χεῖρες παρείθησαν. [344] τρισμυρίους γοῦν ἔφασαν αὐτῶν ἀποθανεῖν, Τιμαγένης δὲ πεντακισμυρίους εἴρηκεν, τῶν δὲ ἄλλων τοὺς μὲν αἰχμαλώτους ληφθῆναι, τοὺς δ᾽ εἰς τὰ οἰκεῖα διαφεύγειν χωρία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: